Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.313 Joseph. AJ 6.316 (English) >>Joseph. AJ 6.321

6.315ἐγώ, παῖς μὲν Ἰεσσαίου, φυγὰς δὲ ὑμέτερος. ἀλλὰ τί δήποτε μέγας τε ὢν καὶ τὴν πρώτην ἔχων παρὰ τῷ βασιλεῖ τιμὴν οὕτως ἀμελῶς τὸ τοῦ δεσπότου φυλάσσεις σῶμα, καὶ ὕπνος ἡδίων ἐστί σοι τῆς τούτου σωτηρίας καὶ προνοίας; θανάτου γὰρ ἄξια ταῦτα καὶ τιμωρίας, οἵ γε μικρὸν ἔμπροσθεν εἰσελθόντας τινὰς ὑμῶν εἰς τὸ στρατόπεδον οὐκ ἐνοήσατε. ζήτησον οὖν τὸ δόρυ τοῦ βασιλέως καὶ τὸν φακὸν τοῦ ὕδατος καὶ μαθήσῃ, πηλίκον ὑμᾶς ἔλαθε κακὸν ἐντὸς γενόμενον.” Σαοῦλος δὲ γνωρίσας τὴν τοῦ Δαυίδου φωνὴν καὶ μαθών, 6.316ὅτι λαβὼν αὐτὸν ἔκδοτον ὑπὸ τοῦ ὕπνου καὶ τῆς τῶν φυλασσόντων ἀμελείας οὐκ ἀπέκτεινεν, ἀλλʼ ἐφείσατο δικαίως ἂν αὐτὸν ἀνελών, χάριν ἔχειν αὐτῷ τῆς σωτηρίας ἔλεγε καὶ παρεκάλει θαρροῦντα καὶ μηδὲν ἔτι πείσεσθαι δεινὸν ἐξ αὐτοῦ φοβούμενον ἀναχωρεῖν ἐπὶ τὰ οἰκεῖα· 6.317πεπεῖσθαι γάρ, ὅτι μηδʼ αὐτὸν οὕτως ἀγαπήσειεν, ὡς ὑπʼ ἐκείνου στέργεται· ὃς τὸν μὲν φυλάττειν αὐτὸν δυνάμενον καὶ πολλὰ δείγματα τῆς εὐνοίας παρεσχημένον ἐλαύνοι καὶ τοσοῦτον ἐν φυγῇ χρόνον καὶ ταῖς περὶ τὴν ψυχὴν ἀγωνίαις ἠνάγκασε ζῆσαι φίλων καὶ συγγενῶν ἔρημον· αὐτὸς δʼ οὐ παύεται ὑπʼ αὐτοῦ σωζόμενος, οὐδὲ τὴν ψυχὴν φανερῶς ἀπολλυμένην λαμβάνων. 6.318 δὲ Δαυίδης πέμψαντα ἀπολαβεῖν ἐκέλευσε τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἐπειπών, ὡς θεὸς ἑκατέρῳ τῆς ἰδίας φύσεως καὶ τῶν κατʼ αὐτὴν πεπραγμένων ἔσται δικαστής, ὃς ὅτι καὶ κατὰ τὴν παροῦσαν ἡμέραν ἀποκτεῖναί σε δυνηθεὶς ἀπεσχόμην οἶδε.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.313 Joseph. AJ 6.316 (English) >>Joseph. AJ 6.321

Powered by PhiloLogic